Septante (AT)
2 Samuel 8:2-6
2καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν, καὶ ἐγένετο Μωαβ τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια.
3καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ υἱὸν Ρααβ βασιλέα Σουβα πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην.
4καὶ προκατελάβετο Δαυιδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν, καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα.
5καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Αδρααζαρ βασιλεῖ Σουβα, καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν.
6καὶ ἔθετο Δαυιδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια. καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο.
Commentaires sur 2 Samuel 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires