2 Samuel 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 6:6-13

6καὶ παραγίνονται ἕως ἅλω Νωδαβ, καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ θεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος, τοῦ κατασχεῖν αὐτήν.

7καὶ ἐθυμώθη κύριος τῷ Οζα, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ κυρίου ἐνώπιον τοῦ θεοῦ.

8καὶ ἠθύμησεν Δαυιδ ὑπὲρ οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ Οζα· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος Διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης.

9καὶ ἐφοβήθη Δαυιδ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς κυρίου ;

10καὶ οὐκ ἐβούλετο Δαυιδ τοῦ ἐκκλῖναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὴν πόλιν Δαυιδ, καὶ ἀπέκλινεν αὐτὴν Δαυιδ εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου.

11καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ κυρίου εἰς οἶκον Αβεδδαρα τοῦ Γεθθαίου μῆνας τρεῖς· καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ.

12Καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυιδ λέγοντες Ηὐλόγησεν κύριος τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ ἐπορεύθη Δαυιδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἐκ τοῦ οἴκου Αβεδδαρα εἰς τὴν πόλιν Δαυιδ ἐν εὐφροσύνῃ.

13καὶ ἦσαν μετ αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ θῦμα μόσχος καὶ ἄρνα.

Lire 2 Samuel 6 en entier

Commentaires sur 2 Samuel 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org