2 Samuel 19
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 19:6-23

6καὶ εἰσῆλθεν Ιωαβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπεν Κατῄσχυνας σήμερον τὸ πρόσωπον πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου

7τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παῖδες, ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Αβεσσαλωμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου·

8καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν.

9καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ, καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες Ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως. Καὶ Ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.

10καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ισραηλ λέγοντες Ὁ βασιλεὺς Δαυιδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων, καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ ἀπὸ Αβεσσαλωμ·

11καὶ Αβεσσαλωμ, ὃν ἐχρίσαμεν ἐφ ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἵνα τί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα ; καὶ τὸ ῥῆμα παντὸς Ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα.

12καὶ ὁ βασιλεὺς Δαυιδ ἀπέστειλεν πρὸς Σαδωκ καὶ πρὸς Αβιαθαρ τοὺς ἱερεῖς λέγων Λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ιουδα λέγοντες Ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ ; καὶ λόγος παντὸς Ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα.

13ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, καὶ ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ ;

14καὶ τῷ Αμεσσαι ἐρεῖτε Οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ιωαβ.

15καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς Ιουδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες Ἐπιστράφητι σὺ καὶ πάντες οἱ δοῦλοί σου.

16καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ιορδάνου, καὶ ἄνδρες Ιουδα ἦλθαν εἰς Γαλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ιορδάνην.

17καὶ ἐτάχυνεν Σεμει υἱὸς Γηρα υἱοῦ τοῦ Ιεμενι ἐκ Βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς Ιουδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυιδ

18καὶ χίλιοι ἄνδρες μετ αὐτοῦ ἐκ τοῦ Βενιαμιν καὶ Σιβα τὸ παιδάριον τοῦ οἴκου Σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ αὐτοῦ καὶ κατεύθυναν τὸν Ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως

19καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμει υἱὸς Γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ιορδάνην

20καὶ εἶπεν πρὸς τὸν βασιλέα Μὴ διαλογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ὁ βασιλεὺς ἐξεπορεύετο ἐξ Ιερουσαλημ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ,

21ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς οἴκου Ιωσηφ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.

22καὶ ἀπεκρίθη Αβεσσα υἱὸς Σαρουιας καὶ εἶπεν Μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμει, ὅτι κατηράσατο τὸν χριστὸν κυρίου ;

23καὶ εἶπεν Δαυιδ Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουιας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον ; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ισραηλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ισραηλ.

Lire 2 Samuel 19 en entier

Commentaires sur 2 Samuel 19

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org