2 Samuel 18
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 18:1-8

1Καὶ ἐπεσκέψατο Δαυιδ τὸν λαὸν τὸν μετ αὐτοῦ καὶ κατέστησεν ἐπ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους,

2καὶ ἀπέστειλεν Δαυιδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Αβεσσα υἱοῦ Σαρουιας ἀδελφοῦ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Εθθι τοῦ Γεθθαίου. καὶ εἶπεν Δαυιδ πρὸς τὸν λαόν Ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ ὑμῶν.

3καὶ εἶπαν Οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν.

4καὶ εἶπεν πρὸς αὐτοὺς ὁ βασιλεύς Ὃ ἐὰν ἀρέσῃ ἐν ὀφθαλμοῖς ὑμῶν, ποιήσω. καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας.

5καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ιωαβ καὶ τῷ Αβεσσα καὶ τῷ Εθθι λέγων Φείσασθέ μοι τοῦ παιδαρίου τοῦ Αβεσσαλωμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἄρχουσιν ὑπὲρ Αβεσσαλωμ.

6καὶ ἐξῆλθεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ισραηλ, καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Εφραιμ.

7καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ισραηλ ἐνώπιον τῶν παίδων Δαυιδ, καὶ ἐγένετο ἡ θραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν.

8καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταφαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέφαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Lire 2 Samuel 18 en entier

Commentaires sur 2 Samuel 18

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org