2 Samuel 11
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Samuel 11:1-4

1Καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων καὶ ἀπέστειλεν Δαυιδ τὸν Ιωαβ καὶ τοὺς παῖδας αὐτοῦ μετ αὐτοῦ καὶ τὸν πάντα Ισραηλ, καὶ διέφθειραν τοὺς υἱοὺς Αμμων καὶ διεκάθισαν ἐπὶ Ραββαθ· καὶ Δαυιδ ἐκάθισεν ἐν Ιερουσαλημ.

2Καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα.

3καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐζήτησεν τὴν γυναῖκα, καὶ εἶπεν Οὐχὶ αὕτη Βηρσαβεε θυγάτηρ Ελιαβ γυνὴ Ουριου τοῦ Χετταίου ;

4καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλθεν πρὸς αὐτόν, καὶ ἐκοιμήθη μετ αὐτῆς, καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Lire 2 Samuel 11 en entier

Commentaires sur 2 Samuel 11

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org