Septante (AT)
2 Rois 9:2-14
2καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ιου υἱὸν Ιωσαφατ υἱοῦ Ναμεσσι καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τῷ ταμιείῳ·
3καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ ἀνοίξεις τὴν θύραν καὶ φεύξῃ καὶ οὐ μενεῖς.
4καὶ ἐπορεύθη τὸ παιδάριον ὁ προφήτης εἰς Ρεμμωθ Γαλααδ
5καὶ εἰσῆλθεν, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπεν Λόγος μοι πρὸς σέ, ὁ ἄρχων· καὶ εἶπεν Ιου Πρὸς τίνα ἐκ πάντων ἡμῶν ; καὶ εἶπεν Πρὸς σέ, ὁ ἄρχων.
6καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν Ισραηλ,
7καὶ ἐξολεθρεύσεις τὸν οἶκον Αχααβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων κυρίου ἐκ χειρὸς Ιεζαβελ
8καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Αχααβ καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ·
9καὶ δώσω τὸν οἶκον Αχααβ ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια·
10καὶ τὴν Ιεζαβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ιεζραελ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν.
11καὶ Ιου ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπον αὐτῷ Εἰ εἰρήνη ; τί ὅτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ ; καὶ εἶπεν αὐτοῖς Ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ.
12καὶ εἶπον Ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Ιου πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ.
13καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ γαρεμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον Ἐβασίλευσεν Ιου.
14καὶ συνεστράφη Ιου υἱὸς Ιωσαφατ υἱοῦ Ναμεσσι πρὸς Ιωραμ – καὶ Ιωραμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμωθ Γαλααδ, αὐτὸς καὶ πᾶς Ισραηλ, ἀπὸ προσώπου Αζαηλ βασιλέως Συρίας,
Commentaires sur 2 Rois 9
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires