Septante (AT)
2 Rois 8:8-15
8καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αζαηλ Λαβὲ ἐν τῇ χειρί σου μαναα καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἐπιζήτησον τὸν κύριον παρ αὐτοῦ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης ;
9καὶ ἐπορεύθη Αζαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναα ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ελισαιε Ὁ υἱός σου υἱὸς Αδερ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης ;
10καὶ εἶπεν Ελισαιε Δεῦρο εἰπὸν αὐτῷ Ζωῇ ζήσῃ· καὶ ἔδειξέν μοι κύριος ὅτι θανάτῳ ἀποθανῇ.
11καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ θεοῦ.
12καὶ εἶπεν Αζαηλ Τί ὅτι ὁ κύριός μου κλαίει ; καὶ εἶπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ισραηλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις.
13καὶ εἶπεν Αζαηλ Τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο ; καὶ εἶπεν Ελισαιε Ἔδειξέν μοι κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν.
14καὶ ἀπῆλθεν ἀπὸ Ελισαιε καὶ εἰσῆλθεν πρὸς τὸν κύριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ Τί εἶπέν σοι Ελισαιε ; καὶ εἶπεν Εἶπέν μοι Ζωῇ ζήσῃ.
15καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανεν, καὶ ἐβασίλευσεν Αζαηλ ἀντ αὐτοῦ.
Commentaires sur 2 Rois 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires