2 Rois 8
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Rois 8:11-14

11καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔθηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ θεοῦ.

12καὶ εἶπεν Αζαηλ Τί ὅτι ὁ κύριός μου κλαίει ; καὶ εἶπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ισραηλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις.

13καὶ εἶπεν Αζαηλ Τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο ; καὶ εἶπεν Ελισαιε Ἔδειξέν μοι κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν.

14καὶ ἀπῆλθεν ἀπὸ Ελισαιε καὶ εἰσῆλθεν πρὸς τὸν κύριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ Τί εἶπέν σοι Ελισαιε ; καὶ εἶπεν Εἶπέν μοι Ζωῇ ζήσῃ.

Lire 2 Rois 8 en entier

Commentaires sur 2 Rois 8

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org