Septante (AT)
2 Rois 6:8-17
8Καὶ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ισραηλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων Εἰς τὸν τόπον τόνδε τινὰ ελμωνι παρεμβαλῶ.
9καὶ ἀπέστειλεν Ελισαιε πρὸς τὸν βασιλέα Ισραηλ λέγων Φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται.
10καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ Ελισαιε, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν οὐδὲ δύο.
11καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσίν με βασιλεῖ Ισραηλ ;
12καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ Οὐχί, κύριέ μου βασιλεῦ, ὅτι Ελισαιε ὁ προφήτης ὁ ἐν Ισραηλ ἀναγγέλλει τῷ βασιλεῖ Ισραηλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου.
13καὶ εἶπεν Δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήμψομαι αὐτόν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἰδοὺ ἐν Δωθαιμ.
14καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλθον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν.
15καὶ ὤρθρισεν ὁ λειτουργὸς Ελισαιε ἀναστῆναι καὶ ἐξῆλθεν, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα, καὶ εἶπεν τὸ παιδάριον πρὸς αὐτόν Ὦ, κύριε, πῶς ποιήσωμεν ;
16καὶ εἶπεν Ελισαιε Μὴ φοβοῦ, ὅτι πλείους οἱ μεθ ἡμῶν ὑπὲρ τοὺς μετ αὐτῶν.
17καὶ προσεύξατο Ελισαιε καὶ εἶπεν Κύριε, διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξεν κύριος τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶδεν, καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ελισαιε.
Commentaires sur 2 Rois 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires