2 Rois 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

2 Rois 6:1-7

1Καὶ εἶπον οἱ υἱοὶ τῶν προφητῶν πρὸς Ελισαιε Ἰδοὺ δὴ ὁ τόπος, ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου, στενὸς ἀφ ἡμῶν·

2πορευθῶμεν δὴ ἕως τοῦ Ιορδάνου καὶ λάβωμεν ἐκεῖθεν ἀνὴρ εἷς δοκὸν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπεν Δεῦτε.

3καὶ εἶπεν ὁ εἷς Ἐπιεικέως δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν Ἐγὼ πορεύσομαι.

4καὶ ἐπορεύθη μετ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ιορδάνην καὶ ἔτεμνον τὰ ξύλα.

5καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν Ὦ, κύριε, καὶ αὐτὸ κεχρημένον.

6καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ποῦ ἔπεσεν ; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον. καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ ἐπεπόλασεν τὸ σιδήριον.

7καὶ εἶπεν Ὕψωσον σαυτῷ· καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτό.

Lire 2 Rois 6 en entier

Commentaires sur 2 Rois 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org