Septante (AT)
2 Rois 23:21-27
21Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων Ποιήσατε τὸ πασχα τῷ κυρίῳ θεῷ ἡμῶν, καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης·
22ὅτι οὐκ ἐγενήθη τὸ πασχα τοῦτο ἀφ ἡμερῶν τῶν κριτῶν, οἳ ἔκρινον τὸν Ισραηλ, καὶ πάσας τὰς ἡμέρας βασιλέων Ισραηλ καὶ βασιλέων Ιουδα,
23ὅτι ἀλλ ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ιωσια ἐγενήθη τὸ πασχα τῷ κυρίῳ ἐν Ιερουσαλημ.
24καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφιν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γῇ Ιουδα καὶ ἐν Ιερουσαλημ ἐξῆρεν ὁ βασιλεὺς Ιωσιας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρεν Χελκιας ὁ ἱερεὺς ἐν οἴκῳ κυρίου.
25ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεύς, ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ.
26πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ ὀργῆς αὐτοῦ τοῦ μεγάλου, οὗ ἐθυμώθη ὀργὴ αὐτοῦ ἐν τῷ Ιουδα ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσης.
27καὶ εἶπεν κύριος Καί γε τὸν Ιουδαν ἀποστήσω ἀπὸ τοῦ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ισραηλ, καὶ ἀπώσομαι τὴν πόλιν ταύτην, ἣν ἐξελεξάμην, τὴν Ιερουσαλημ, καὶ τὸν οἶκον, οὗ εἶπον Ἔσται τὸ ὄνομά μου ἐκεῖ.
Commentaires sur 2 Rois 23
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires