Septante (AT)
2 Rois 23:21-23
21Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων Ποιήσατε τὸ πασχα τῷ κυρίῳ θεῷ ἡμῶν, καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης·
22ὅτι οὐκ ἐγενήθη τὸ πασχα τοῦτο ἀφ ἡμερῶν τῶν κριτῶν, οἳ ἔκρινον τὸν Ισραηλ, καὶ πάσας τὰς ἡμέρας βασιλέων Ισραηλ καὶ βασιλέων Ιουδα,
23ὅτι ἀλλ ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ιωσια ἐγενήθη τὸ πασχα τῷ κυρίῳ ἐν Ιερουσαλημ.
Commentaires sur 2 Rois 23
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires