Septante (AT)
2 Rois 10:29-32
29πλὴν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, οὐκ ἀπέστη Ιου ἀπὸ ὄπισθεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθηλ καὶ ἐν Δαν.
30καὶ εἶπεν κύριος πρὸς Ιου Ἀνθ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου καὶ πάντα, ὅσα ἐν τῇ καρδίᾳ μου, ἐποίησας τῷ οἴκῳ Αχααβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραηλ.
31καὶ Ιου οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμῳ κυρίου θεοῦ Ισραηλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ.
32ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος συγκόπτειν ἐν τῷ Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς Αζαηλ ἐν παντὶ ὁρίῳ Ισραηλ
Commentaires sur 2 Rois 10
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires