Septante (AT)
2 Chroniques 35:21-24
21καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων Τί ἐμοὶ καὶ σοί, βασιλεῦ Ιουδα ; οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον ποιῆσαι, καὶ ὁ θεὸς εἶπεν κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ θεοῦ τοῦ μετ ἐμοῦ, μὴ καταφθείρῃ σε.
22καὶ οὐκ ἀπέστρεψεν Ιωσιας τὸ πρόσωπον αὐτοῦ ἀπ αὐτοῦ, ἀλλ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσεν τῶν λόγων Νεχαω διὰ στόματος θεοῦ καὶ ἦλθεν τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδων.
23καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ιωσιαν· καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα.
24καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον, ὃ ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ· καὶ ἀπέθανεν καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. καὶ πᾶς Ιουδα καὶ Ιερουσαλημ ἐπένθησαν ἐπὶ Ιωσιαν,
Commentaires sur 2 Chroniques 35
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires