Septante (AT)
2 Chroniques 24:20-27
20καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν Αζαριαν τὸν τοῦ Ιωδαε τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπεν Τάδε λέγει κύριος Τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου ; καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς.
21καὶ ἐπέθεντο αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὸν δι ἐντολῆς Ιωας τοῦ βασιλέως ἐν αὐλῇ οἴκου κυρίου.
22καὶ οὐκ ἐμνήσθη Ιωας τοῦ ἐλέους, οὗ ἐποίησεν μετ αὐτοῦ Ιωδαε ὁ πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσεν τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνῃσκεν, εἶπεν Ἴδοι κύριος καὶ κρινάτω.
23καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπ αὐτὸν δύναμις Συρίας καὶ ἦλθεν ἐπὶ Ιουδαν καὶ ἐπὶ Ιερουσαλημ καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπέστειλαν τῷ βασιλεῖ Δαμασκοῦ.
24ὅτι ἐν ὀλίγοις ἀνδράσιν παρεγένετο δύναμις Συρίας, καὶ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα, ὅτι ἐγκατέλιπον κύριον θεὸν τῶν πατέρων αὐτῶν· καὶ μετὰ Ιωας ἐποίησεν κρίματα.
25καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπ αὐτοῦ ἐν τῷ ἐγκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ιωδαε τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανεν· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ καὶ οὐκ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν βασιλέων.
26καὶ οἱ ἐπιθέμενοι ἐπ αὐτὸν Ζαβεδ ὁ τοῦ Σαμαθ ὁ Αμμανίτης καὶ Ιωζαβεδ ὁ τοῦ Σομαρωθ ὁ Μωαβίτης
27καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ προσῆλθον αὐτῷ οἱ πέντε. καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τῶν βασιλέων· καὶ ἐβασίλευσεν Αμασιας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.
Commentaires sur 2 Chroniques 24
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires