Septante (AT)
2 Chroniques 18:9-12
9καὶ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολὰς καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν.
10καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως ἂν συντελεσθῇ.
11καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ραμωθ Γαλααδ καὶ εὐοδωθήσῃ, καὶ δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως.
12καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά.
Commentaires sur 2 Chroniques 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires