Septante (AT)
2 Chroniques 17:3-7
3καὶ ἐγένετο κύριος μετὰ Ιωσαφατ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα,
4ἀλλὰ κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη, καὶ οὐχ ὡς τοῦ Ισραηλ τὰ ἔργα.
5καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἔδωκεν πᾶς Ιουδα δῶρα τῷ Ιωσαφατ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή.
6καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου, καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα.
7καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν, διδάσκειν ἐν πόλεσιν Ιουδα,
Commentaires sur 2 Chroniques 17
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires