1 Samuel 7
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 7:2-11

2Καὶ ἐγενήθη ἀφ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαθιαριμ, ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη, καὶ ἐπέβλεψεν πᾶς οἶκος Ισραηλ ὀπίσω κυρίου.

3καὶ εἶπεν Σαμουηλ πρὸς πάντα οἶκον Ισραηλ λέγων Εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς κύριον, περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

4καὶ περιεῖλον οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωθ καὶ ἐδούλευσαν κυρίῳ μόνῳ.

5καὶ εἶπεν Σαμουηλ Ἀθροίσατε πάντα Ισραηλ εἰς Μασσηφαθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς κύριον.

6καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν Ἡμαρτήκαμεν ἐνώπιον κυρίου· καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηφαθ.

7καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηφαθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ισραηλ· καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων.

8καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Σαμουηλ Μὴ παρασιωπήσῃς ἀφ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς κύριον θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων.

9καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ, καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ, καὶ ἐπήκουσεν αὐτοῦ κύριος.

10καὶ ἦν Σαμουηλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ισραηλ. καὶ ἐβρόντησεν κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ.

11καὶ ἐξῆλθαν ἄνδρες Ισραηλ ἐκ Μασσηφαθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχορ.

Lire 1 Samuel 7 en entier

Commentaires sur 1 Samuel 7

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org