Septante (AT)
1 Samuel 4:3-5
3καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ισραηλ Κατὰ τί ἔπταισεν ἡμᾶς κύριος σήμερον ἐνώπιον ἀλλοφύλων ; λάβωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν ἐκ Σηλωμ, καὶ ἐξελθέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.
4καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλωμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν κυρίου καθημένου χερουβιμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ηλι μετὰ τῆς κιβωτοῦ, Οφνι καὶ Φινεες.
5καὶ ἐγενήθη ὡς ἦλθεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξεν πᾶς Ισραηλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ.
Commentaires sur 1 Samuel 4
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires