1 Samuel 23
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 23:7-23

7καὶ ἀπηγγέλη τῷ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κειλα, καὶ εἶπεν Σαουλ Πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν.

8καὶ παρήγγειλεν Σαουλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κειλα συνέχειν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ.

9καὶ ἔγνω Δαυιδ ὅτι οὐ παρασιωπᾷ Σαουλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα Προσάγαγε τὸ εφουδ κυρίου.

10καὶ εἶπεν Δαυιδ Κύριε ὁ θεὸς Ισραηλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαουλ ἐλθεῖν ἐπὶ Κειλα διαφθεῖραι τὴν πόλιν δι ἐμέ.

11(11-12) εἰ ἀποκλεισθήσεται ; καὶ νῦν εἰ καταβήσεται Σαουλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου ; κύριε ὁ θεὸς Ισραηλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπεν κύριος Ἀποκλεισθήσεται.

13καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κειλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν· καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κειλα, καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν.

14Καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ ἐρήμῳ ἐν Μασερεμ ἐν τοῖς στενοῖς καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζιφ ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ.

15καὶ εἶδεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ τοῦ ζητεῖν τὸν Δαυιδ· καὶ Δαυιδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζιφ.

16καὶ ἀνέστη Ιωναθαν υἱὸς Σαουλ καὶ ἐπορεύθη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν κυρίῳ.

17καὶ εἶπεν πρὸς αὐτόν Μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαουλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαουλ ὁ πατήρ μου οἶδεν οὕτως.

18καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου. καὶ ἐκάθητο Δαυιδ ἐν Καινῇ, καὶ Ιωναθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.

19Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ ἡμῖν ἐν Μεσσαρα ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν ;

20καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως.

21καὶ εἶπεν αὐτοῖς Σαουλ Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ·

22πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ, ἐν τάχει ἐκεῖ οὗ εἴπατε, μήποτε πανουργεύσηται·

23καὶ ἴδετε καὶ γνῶτε, καὶ πορευσόμεθα μεθ ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ιουδα.

Lire 1 Samuel 23 en entier

Commentaires sur 1 Samuel 23

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org