1 Samuel 23
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 23:2-13

2καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων Εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους ; καὶ εἶπεν κύριος Πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κειλα.

3καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυιδ πρὸς αὐτόν Ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ιουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κειλα ; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα.

4καὶ προσέθετο Δαυιδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου, καὶ ἀπεκρίθη αὐτῷ κύριος καὶ εἶπεν πρὸς αὐτόν Ἀνάστηθι καὶ κατάβηθι εἰς Κειλα, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου.

5καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ αὐτοῦ εἰς Κειλα καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσεν Δαυιδ τοὺς κατοικοῦντας Κειλα.

6Καὶ ἐγένετο ἐν τῷ φυγεῖν Αβιαθαρ υἱὸν Αβιμελεχ πρὸς Δαυιδ καὶ αὐτὸς μετὰ Δαυιδ εἰς Κειλα κατέβη ἔχων εφουδ ἐν τῇ χειρὶ αὐτοῦ.

7καὶ ἀπηγγέλη τῷ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κειλα, καὶ εἶπεν Σαουλ Πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν.

8καὶ παρήγγειλεν Σαουλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κειλα συνέχειν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ.

9καὶ ἔγνω Δαυιδ ὅτι οὐ παρασιωπᾷ Σαουλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα Προσάγαγε τὸ εφουδ κυρίου.

10καὶ εἶπεν Δαυιδ Κύριε ὁ θεὸς Ισραηλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαουλ ἐλθεῖν ἐπὶ Κειλα διαφθεῖραι τὴν πόλιν δι ἐμέ.

11(11-12) εἰ ἀποκλεισθήσεται ; καὶ νῦν εἰ καταβήσεται Σαουλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου ; κύριε ὁ θεὸς Ισραηλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπεν κύριος Ἀποκλεισθήσεται.

13καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κειλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν· καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κειλα, καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν.

Lire 1 Samuel 23 en entier

Commentaires sur 1 Samuel 23

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org