Septante (AT)
1 Samuel 23:13-26
13καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κειλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν· καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κειλα, καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν.
14Καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ ἐρήμῳ ἐν Μασερεμ ἐν τοῖς στενοῖς καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζιφ ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ.
15καὶ εἶδεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ τοῦ ζητεῖν τὸν Δαυιδ· καὶ Δαυιδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζιφ.
16καὶ ἀνέστη Ιωναθαν υἱὸς Σαουλ καὶ ἐπορεύθη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν κυρίῳ.
17καὶ εἶπεν πρὸς αὐτόν Μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαουλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαουλ ὁ πατήρ μου οἶδεν οὕτως.
18καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου. καὶ ἐκάθητο Δαυιδ ἐν Καινῇ, καὶ Ιωναθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.
19Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ ἡμῖν ἐν Μεσσαρα ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν ;
20καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως.
21καὶ εἶπεν αὐτοῖς Σαουλ Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ·
22πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ, ἐν τάχει ἐκεῖ οὗ εἴπατε, μήποτε πανουργεύσηται·
23καὶ ἴδετε καὶ γνῶτε, καὶ πορευσόμεθα μεθ ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ιουδα.
24καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαουλ· καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μααν καθ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν.
25καὶ ἐπορεύθη Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυιδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μααν· καὶ ἤκουσεν Σαουλ καὶ κατεδίωξεν ὀπίσω Δαυιδ εἰς τὴν ἔρημον Μααν.
26καὶ πορεύονται Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυιδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαουλ, καὶ Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς.
Commentaires sur 1 Samuel 23
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires