1 Samuel 19
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 19:18-24

18Καὶ Δαυιδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαθαιμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα, ὅσα ἐποίησεν αὐτῷ Σαουλ, καὶ ἐπορεύθη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ραμα.

19καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες Ἰδοὺ Δαυιδ ἐν Ναυαθ ἐν Ραμα.

20καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουηλ εἱστήκει καθεστηκὼς ἐπ αὐτῶν, καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαουλ πνεῦμα θεοῦ, καὶ προφητεύουσιν.

21καὶ ἀπηγγέλη τῷ Σαουλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί. καὶ προσέθετο Σαουλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί.

22καὶ ἐθυμώθη ὀργῇ Σαουλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Αρμαθαιμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφι καὶ ἠρώτησεν καὶ εἶπεν Ποῦ Σαμουηλ καὶ Δαυιδ ; καὶ εἶπαν Ἰδοὺ ἐν Ναυαθ ἐν Ραμα.

23καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυαθ ἐν Ραμα, καὶ ἐγενήθη καὶ ἐπ αὐτῷ πνεῦμα θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυαθ ἐν Ραμα.

24καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον Εἰ καὶ Σαουλ ἐν προφήταις ;

Lire 1 Samuel 19 en entier

Commentaires sur 1 Samuel 19

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org