Septante (AT)
1 Samuel 18:8-14
8καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαουλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπεν Τῷ Δαυιδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας.
9(9-11) καὶ ἦν Σαουλ ὑποβλεπόμενος τὸν Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.
12καὶ ἐφοβήθη Σαουλ ἀπὸ προσώπου Δαυιδ
13καὶ ἀπέστησεν αὐτὸν ἀπ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον, καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ.
14καὶ ἦν Δαυιδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνίων, καὶ κύριος μετ αὐτοῦ.
Commentaires sur 1 Samuel 18
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires