Septante (AT)
1 Samuel 15:8-23
8καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζῶντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας.
9καὶ περιεποιήσατο Σαουλ καὶ πᾶς ὁ λαὸς τὸν Αγαγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρεῦσαι· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν.
10Καὶ ἐγενήθη ῥῆμα κυρίου πρὸς Σαμουηλ λέγων
11Παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν. καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα.
12καὶ ὤρθρισεν Σαμουηλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραηλ πρωί. καὶ ἀπηγγέλη τῷ Σαμουηλ λέγοντες Ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψεν τὸ ἅρμα. καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ Αμαληκ.
13καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ, καὶ εἶπεν αὐτῷ Σαουλ Εὐλογητὸς σὺ τῷ κυρίῳ· ἔστησα πάντα, ὅσα ἐλάλησεν κύριος.
14καὶ εἶπεν Σαμουηλ Καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω ;
15καὶ εἶπεν Σαουλ Ἐξ Αμαληκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ τῷ κυρίῳ θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλέθρευσα.
16καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ Λάλησον.
17καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς Ισραηλ ; καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ.
18καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι Πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Αμαληκ, καὶ πολεμήσεις αὐτούς, ἕως συντελέσῃς αὐτούς.
19καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς κυρίου, ἀλλ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου ;
20καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην ἐν τῇ ὁδῷ, ᾗ ἀπέστειλέν με κύριος, καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα·
21καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολεθρεύματος, θῦσαι ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν Γαλγαλοις.
22καὶ εἶπεν Σαμουηλ Εἰ θελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς κυρίου ; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν·
23ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ.
Commentaires sur 1 Samuel 15
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires