Septante (AT)
1 Samuel 14:39-42
39ὅτι ζῇ κύριος ὁ σώσας τὸν Ισραηλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ιωναθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ.
40καὶ εἶπεν παντὶ Ισραηλ Ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ιωναθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ Τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει.
41καὶ εἶπεν Σαουλ Κύριε ὁ θεὸς Ισραηλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον ; εἰ ἐν ἐμοὶ ἢ ἐν Ιωναθαν τῷ υἱῷ μου ἡ ἀδικία, κύριε ὁ θεὸς Ισραηλ, δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃς Ἐν τῷ λαῷ σου Ισραηλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται Ιωναθαν καὶ Σαουλ, καὶ ὁ λαὸς ἐξῆλθεν.
42καὶ εἶπεν Σαουλ Βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ιωναθαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται κύριος, ἀποθανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ Οὐκ ἔστιν τὸ ῥῆμα τοῦτο. καὶ κατεκράτησεν Σαουλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ιωναθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται Ιωναθαν.
Commentaires sur 1 Samuel 14
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires