Septante (AT)
1 Samuel 12:6-16
6καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων Μάρτυς κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ααρων, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου.
7καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν·
8ὡς εἰσῆλθεν Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος, καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς κύριον, καὶ ἀπέστειλεν κύριος τὸν Μωυσῆν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ.
9καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρα ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωαβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς.
10καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον Ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι.
11καὶ ἀπέστειλεν κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεφθαε καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες.
12καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱῶν Αμμων ἦλθεν ἐφ ὑμᾶς, καὶ εἴπατε Οὐχί, ἀλλ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ ἡμῶν· καὶ κύριος ὁ θεὸς ἡμῶν βασιλεὺς ἡμῶν.
13καὶ νῦν ἰδοὺ ὁ βασιλεύς, ὃν ἐξελέξασθε, καὶ ἰδοὺ δέδωκεν κύριος ἐφ ὑμᾶς βασιλέα.
14ἐὰν φοβηθῆτε τὸν κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ ὑμῶν ὀπίσω κυρίου πορευόμενοι·
15ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς κυρίου καὶ ἐρίσητε τῷ στόματι κυρίου, καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν.
16καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο, ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν.
Commentaires sur 1 Samuel 12
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires