1 Samuel 12
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Samuel 12:3-5

3ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ ἐμοῦ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα ; ἀποκρίθητε κατ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν.

4καὶ εἶπαν πρὸς Σαμουηλ Οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν.

5καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν Μάρτυς κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν· καὶ εἶπαν Μάρτυς.

Lire 1 Samuel 12 en entier

Commentaires sur 1 Samuel 12

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org