Septante (AT)
1 Rois 9:2-9
2καὶ ὤφθη κύριος τῷ Σαλωμων δεύτερον, καθὼς ὤφθη ἐν Γαβαων,
3καὶ εἶπεν πρὸς αὐτὸν κύριος Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου, ἧς ἐδεήθης ἐνώπιον ἐμοῦ· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας.
4καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ, καθὼς ἐπορεύθη Δαυιδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς,
5καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα τῷ Δαυιδ πατρί σου λέγων Οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ.
6ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ ἐμοῦ καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἔδωκεν Μωυσῆς ἐνώπιον ὑμῶν, καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς,
7καὶ ἐξαρῶ τὸν Ισραηλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀπορρίψω ἐκ προσώπου μου, καὶ ἔσται Ισραηλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς.
8καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν Ἕνεκα τίνος ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ ;
9καὶ ἐροῦσιν Ἀνθ ὧν ἐγκατέλιπον κύριον θεὸν αὐτῶν, ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν κύριος ἐπ αὐτοὺς τὴν κακίαν ταύτην. (a) Τότε ἀνήγαγεν Σαλωμων τὴν θυγατέρα Φαραω ἐκ πόλεως Δαυιδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις.
Commentaires sur 1 Rois 9
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires