Septante (AT)
1 Rois 8:56-58
56Εὐλογητὸς κύριος σήμερον, ὃς ἔδωκεν κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ισραηλ κατὰ πάντα, ὅσα ἐλάλησεν· οὐ διεφώνησεν λόγος εἷς ἐν πᾶσιν τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαθοῖς, οἷς ἐλάλησεν ἐν χειρὶ Μωυσῆ δούλου αὐτοῦ.
57γένοιτο κύριος ὁ θεὸς ἡμῶν μεθ ἡμῶν, καθὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς
58ἐπικλῖναι καρδίας ἡμῶν πρὸς αὐτὸν τοῦ πορεύεσθαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν.
Commentaires sur 1 Rois 8
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires