1 Rois 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 6:23-28

23Καὶ ἐποίησεν ἐν τῷ δαβιρ δύο χερουβιν δέκα πήχεων μέγεθος ἐσταθμωμένον.

24καὶ πέντε πήχεων πτερύγιον τοῦ χερουβ τοῦ ἑνός, καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον, ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ·

25οὕτως τῷ χερουβ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμφοτέροις.

26καὶ τὸ ὕψος τοῦ χερουβ τοῦ ἑνὸς δέκα ἐν πήχει, καὶ οὕτως τὸ χερουβ τὸ δεύτερον.

27καὶ ἀμφότερα τὰ χερουβιν ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασεν τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου, καὶ αἱ πτέρυγες αὐτῶν αἱ ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος.

28καὶ περιέσχεν τὰ χερουβιν χρυσίῳ.

Lire 1 Rois 6 en entier

Commentaires sur 1 Rois 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org