1 Rois 18
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 18:7-10

7καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτός, κύριέ μου Ηλιου ;

8καὶ εἶπεν Ηλιου αὐτῷ Ἐγώ· πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου.

9καὶ εἶπεν Αβδιου Τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ θανατῶσαί με ;

10ζῇ κύριος ὁ θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητεῖν σε, καὶ εἶπον Οὐκ ἔστιν· καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέν σε.

Lire 1 Rois 18 en entier

Commentaires sur 1 Rois 18

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org