1 Rois 12
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 12:25-28

25Καὶ ᾠκοδόμησεν Ιεροβοαμ τὴν Σικιμα τὴν ἐν ὄρει Εφραιμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησεν τὴν Φανουηλ.

26καὶ εἶπεν Ιεροβοαμ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυιδ·

27ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίας ἐν οἴκῳ κυρίου εἰς Ιερουσαλημ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς κύριον καὶ κύριον αὐτῶν, πρὸς Ροβοαμ βασιλέα Ιουδα, καὶ ἀποκτενοῦσίν με.

28καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησεν δύο δαμάλεις χρυσᾶς καὶ εἶπεν πρὸς τὸν λαόν Ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ιερουσαλημ· ἰδοὺ θεοί σου, Ισραηλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου.

Lire 1 Rois 12 en entier

Commentaires sur 1 Rois 12

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org