1 Rois 12
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Rois 12:1-16

1Καὶ πορεύεται βασιλεὺς Ροβοαμ εἰς Σικιμα, ὅτι εἰς Σικιμα ἤρχοντο πᾶς Ισραηλ βασιλεῦσαι αὐτόν.

2(2-3) καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ροβοαμ λέγοντες

4Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐφ ἡμᾶς, καὶ δουλεύσομέν σοι.

5καὶ εἶπεν πρὸς αὐτούς Ἀπέλθετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με· καὶ ἀπῆλθον.

6καὶ παρήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων Πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον ;

7καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες Εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσῃς αὐτοῖς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας.

8καὶ ἐγκατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ αὐτοῦ τῶν παρεστηκότων πρὸ προσώπου αὐτοῦ

9καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς συμβουλεύετε, καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λαλήσασιν πρός με λεγόντων Κούφισον ἀπὸ τοῦ κλοιοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ ἡμᾶς ;

10καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ αὐτοῦ οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες Τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ λέγοντες Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀφ ἡμῶν, τάδε λαλήσεις πρὸς αὐτούς Ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου·

11καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.

12καὶ παρεγένοντο πᾶς Ισραηλ πρὸς τὸν βασιλέα Ροβοαμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων Ἀναστράφητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ.

13καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐγκατέλιπεν Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ,

14καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων Ὁ πατήρ μου ἐβάρυνεν τὸν κλοιὸν ὑμῶν κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.

15καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ κυρίου, ὅπως στήσῃ τὸ ῥῆμα αὐτοῦ, ὃ ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ.

16καὶ εἶδον πᾶς Ισραηλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν, καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων Τίς ἡμῖν μερὶς ἐν Δαυιδ ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ιεσσαι· ἀπότρεχε, Ισραηλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυιδ. καὶ ἀπῆλθεν Ισραηλ εἰς τὰ σκηνώματα αὐτοῦ.

Lire 1 Rois 12 en entier

Commentaires sur 1 Rois 12

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org