Septante (AT)
1 Rois 11:14-23
14Καὶ ἤγειρεν κύριος σαταν τῷ Σαλωμων τὸν Αδερ τὸν Ιδουμαῖον καὶ τὸν Εσρωμ υἱὸν Ελιαδαε τὸν ἐν Ραεμμαθ Αδραζαρ βασιλέα Σουβα κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασεκ· καὶ ἦσαν σαταν τῷ Ισραηλ πάσας τὰς ἡμέρας Σαλωμων. καὶ Αδερ ὁ Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ιδουμαίᾳ·
15καὶ ἐγένετο ἐν τῷ ἐξολεθρεῦσαι Δαυιδ τὸν Εδωμ ἐν τῷ πορευθῆναι Ιωαβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ιδουμαίᾳ
16ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ιωαβ καὶ πᾶς Ισραηλ ἐν τῇ Ιδουμαίᾳ, ἕως ὅτου ἐξωλέθρευσεν πᾶν ἀρσενικὸν ἐκ τῆς Ιδουμαίας
17καὶ ἀπέδρα Αδερ, αὐτὸς καὶ πάντες ἄνδρες Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον, καὶ Αδερ παιδάριον μικρόν·
18καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιαμ καὶ ἔρχονται εἰς Φαραν καὶ λαμβάνουσιν ἄνδρας μετ αὐτῶν καὶ ἔρχονται πρὸς Φαραω βασιλέα Αἰγύπτου, καὶ εἰσῆλθεν Αδερ πρὸς Φαραω, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ.
19καὶ εὗρεν Αδερ χάριν ἐναντίον Φαραω σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμινας τὴν μείζω·
20καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμινας τῷ Αδερ τὸν Γανηβαθ υἱὸν αὐτῆς, καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμινα ἐν μέσῳ υἱῶν Φαραω, καὶ ἦν Γανηβαθ ἐν μέσῳ υἱῶν Φαραω.
21καὶ Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ιωαβ ὁ ἄρχων τῆς στρατιᾶς· καὶ εἶπεν Αδερ πρὸς Φαραω Ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου.
22καὶ εἶπεν Φαραω τῷ Αδερ Τίνι σὺ ἐλαττονῇ μετ ἐμοῦ ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου. καὶ εἶπεν αὐτῷ Αδερ Ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με. καὶ ἀνέστρεψεν Αδερ εἰς τὴν γῆν αὐτοῦ.
23(23-25) αὕτη ἡ κακία, ἣν ἐποίησεν Αδερ· καὶ ἐβαρυθύμησεν ἐν Ισραηλ καὶ ἐβασίλευσεν ἐν γῇ Εδωμ.
Commentaires sur 1 Rois 11
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires