Septante (AT)
1 Chroniques 6:2-18
2καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσων· Λοβενι καὶ Σεμει.
3υἱοὶ Κααθ· Αμβραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ.
4υἱοὶ Μεραρι· Μοολι καὶ Ομουσι. – καὶ αὗται αἱ πατριαὶ τοῦ Λευι κατὰ πατριὰς αὐτῶν·
5τῷ Γεδσων· τῷ Λοβενι υἱῷ αὐτοῦ Ιεεθ υἱὸς αὐτοῦ, Ζεμμα υἱὸς αὐτοῦ,
6Ιωαχ υἱὸς αὐτοῦ, Αδδι υἱὸς αὐτοῦ, Ζαρα υἱὸς αὐτοῦ, Ιεθρι υἱὸς αὐτοῦ.
7υἱοὶ Κααθ· Αμιναδαβ υἱὸς αὐτοῦ, Κορε υἱὸς αὐτοῦ, Ασιρ υἱὸς αὐτοῦ,
8Ελκανα υἱὸς αὐτοῦ, καὶ Αβιασαφ υἱὸς αὐτοῦ, Ασιρ υἱὸς αὐτοῦ,
9Θααθ υἱὸς αὐτοῦ, Ουριηλ υἱὸς αὐτοῦ, Οζια υἱὸς αὐτοῦ, Σαουλ υἱὸς αὐτοῦ.
10καὶ υἱοὶ Ελκανα· Αμασι καὶ Αχιμωθ,
11Ελκανα υἱὸς αὐτοῦ, Σουφι υἱὸς αὐτοῦ καὶ Νααθ υἱὸς αὐτοῦ,
12Ελιαβ υἱὸς αὐτοῦ, Ιδαερ υἱὸς αὐτοῦ, Ελκανα υἱὸς αὐτοῦ.
13υἱοὶ Σαμουηλ· ὁ πρωτότοκος Σανι καὶ Αβια.
14υἱοὶ Μεραρι· Μοολι, Λοβενι υἱὸς αὐτοῦ, Σεμει υἱὸς αὐτοῦ, Οζα υἱὸς αὐτοῦ,
15Σομεα υἱὸς αὐτοῦ, Αγγια υἱὸς αὐτοῦ, Ασαια υἱὸς αὐτοῦ.
16Καὶ οὗτοι οὓς κατέστησεν Δαυιδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ,
17καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου ἐν Ιερουσαλημ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν.
18καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Κααθ· Αιμαν ὁ ψαλτῳδὸς υἱὸς Ιωηλ υἱοῦ Σαμουηλ
Commentaires sur 1 Chroniques 6
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires