1 Chroniques 6
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 6:16-33

16Καὶ οὗτοι οὓς κατέστησεν Δαυιδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ,

17καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου ἐν Ιερουσαλημ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν.

18καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Κααθ· Αιμαν ὁ ψαλτῳδὸς υἱὸς Ιωηλ υἱοῦ Σαμουηλ

19υἱοῦ Ελκανα υἱοῦ Ηδαδ υἱοῦ Ελιηλ υἱοῦ Θιε

20υἱοῦ Σουφ υἱοῦ Ελκανα υἱοῦ Μεθ υἱοῦ Αμασιου

21υἱοῦ Ελκανα υἱοῦ Ιωηλ υἱοῦ Αζαρια υἱοῦ Σαφανια

22υἱοῦ Θααθ υἱοῦ Ασιρ υἱοῦ Αβιασαφ υἱοῦ Κορε

23υἱοῦ Ισσααρ υἱοῦ Κααθ υἱοῦ Λευι υἱοῦ Ισραηλ.

24καὶ ἀδελφὸς αὐτοῦ Ασαφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ασαφ υἱὸς Βαραχια υἱοῦ Σαμαα

25υἱοῦ Μιχαηλ υἱοῦ Μαασια υἱοῦ Μελχια

26υἱοῦ Αθανι υἱοῦ Ζαραι υἱοῦ Αδια

27υἱοῦ Αιθαν υἱοῦ Ζαμμα υἱοῦ Σεμει

28υἱοῦ Ηχα υἱοῦ Γεδσων υἱοῦ Λευι.

29καὶ υἱοὶ Μεραρι ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν· Αιθαν υἱὸς Κισαι υἱοῦ Αβδι υἱοῦ Μαλωχ

30υἱοῦ Ασεβι υἱοῦ Αμεσσια υἱοῦ Χελκιου

31υἱοῦ Αμασαι υἱοῦ Βανι υἱοῦ Σεμμηρ

32υἱοῦ Μοολι υἱοῦ Μουσι υἱοῦ Μεραρι υἱοῦ Λευι.

33Καὶ ἀδελφοὶ αὐτῶν κατ οἴκους πατριῶν αὐτῶν οἱ Λευῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ.

Lire 1 Chroniques 6 en entier

Commentaires sur 1 Chroniques 6

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org