1 Chroniques 5
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 5:1-10

1Καὶ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ, ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ιωσηφ υἱῷ Ισραηλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια·

2ὅτι Ιουδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ιωσηφ.

3υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ· Ενωχ καὶ Φαλλους, Αρσων καὶ Χαρμι.

4υἱοὶ Ιωηλ· Σεμει καὶ Βαναια υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γουγ υἱοῦ Σεμει·

5υἱὸς αὐτοῦ Μιχα, υἱὸς αὐτοῦ Ρηχα, υἱὸς αὐτοῦ Βααλ,

6υἱὸς αὐτοῦ Βεηρα, ὃν μετῴκισεν Θαγλαθφαλνασαρ βασιλεὺς Ασσουρ· οὗτος ἄρχων τῶν Ρουβην.

7καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατριᾷ αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν· ὁ ἄρχων Ιωηλ καὶ Ζαχαρια

8καὶ Βαλεκ υἱὸς Οζουζ υἱὸς Σαμα υἱὸς Ιωηλ· οὗτος κατῴκησεν ἐν Αροηρ καὶ ἐπὶ Ναβαυ καὶ Βεελμαων

9καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλααδ.

10καὶ ἐν ἡμέραις Σαουλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατ ἀνατολὰς τῆς Γαλααδ.

Lire 1 Chroniques 5 en entier

Commentaires sur 1 Chroniques 5

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org