1 Chroniques 3
LXX
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

Septante (AT)

1 Chroniques 3:1-9

1Καὶ οὗτοι ἦσαν υἱοὶ Δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρων· ὁ πρωτότοκος Αμνων τῇ Αχινααμ τῇ Ιεζραηλίτιδι, ὁ δεύτερος Δανιηλ τῇ Αβιγαια τῇ Καρμηλίᾳ,

2ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μωχα θυγατρὸς Θολμαι βασιλέως Γεδσουρ, ὁ τέταρτος Αδωνια υἱὸς Αγγιθ,

3ὁ πέμπτος Σαφατια τῆς Αβιταλ, ὁ ἕκτος Ιεθρααμ τῇ Αγλα γυναικὶ αὐτοῦ.

4ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρων, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ,

5καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ιερουσαλημ· Σαμαα, Σωβαβ, Ναθαν καὶ Σαλωμων, τέσσαρες τῇ Βηρσαβεε θυγατρὶ Αμιηλ,

6καὶ Ιβααρ καὶ Ελισαμα καὶ Ελιφαλετ

7καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουε

8καὶ Ελισαμα καὶ Ελιαδα καὶ Ελιφαλετ, ἐννέα.

9πάντες υἱοὶ Δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημαρ ἀδελφὴ αὐτῶν.

Lire 1 Chroniques 3 en entier

Commentaires sur 1 Chroniques 3

Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org