Septante (AT)
1 Chroniques 19:16-19
16καὶ εἶδεν Σύρος ὅτι ἐτροπώσατο αὐτὸν Ισραηλ, καὶ ἀπέστειλεν ἀγγέλους, καὶ ἐξήγαγον τὸν Σύρον ἐκ τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σωφαχ ἀρχιστράτηγος δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτῶν.
17καὶ ἀπηγγέλη τῷ Δαυιδ, καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ ἦλθεν ἐπ αὐτοὺς καὶ παρετάξατο ἐπ αὐτούς, καὶ παρατάσσεται Σύρος ἐξ ἐναντίας Δαυιδ καὶ ἐπολέμησαν αὐτόν.
18καὶ ἔφυγεν Σύρος ἀπὸ προσώπου Δαυιδ, καὶ ἀπέκτεινεν Δαυιδ ἀπὸ τοῦ Σύρου ἑπτὰ χιλιάδας ἁρμάτων καὶ τεσσαράκοντα χιλιάδας πεζῶν· καὶ τὸν Σωφαχ ἀρχιστράτηγον δυνάμεως ἀπέκτεινεν.
19καὶ εἶδον παῖδες Αδρααζαρ ὅτι ἐπταίκασιν ἀπὸ προσώπου Ισραηλ, καὶ διέθεντο μετὰ Δαυιδ καὶ ἐδούλευσαν αὐτῷ· καὶ οὐκ ἠθέλησεν Σύρος τοῦ βοηθῆσαι τοῖς υἱοῖς Αμμων ἔτι.
Commentaires sur 1 Chroniques 19
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires