Septante (AT)
1 Chroniques 11:1-9
1Καὶ ἦλθεν πᾶς Ισραηλ πρὸς Δαυιδ ἐν Χεβρων λέγοντες Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·
2καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ, καὶ εἶπεν κύριος ὁ θεός σού σοι Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ισραηλ.
3καὶ ἦλθον πάντες πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐναντίον κυρίου, καὶ ἔχρισαν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ Ισραηλ κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Σαμουηλ.
4Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες Ισραηλ εἰς Ιερουσαλημ [αὕτη Ιεβους], καὶ ἐκεῖ οἱ Ιεβουσαῖοι οἱ κατοικοῦντες τὴν γῆν.
5εἶπαν δὲ οἱ κατοικοῦντες Ιεβους τῷ Δαυιδ Οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σιων [αὕτη ἡ πόλις Δαυιδ].
6καὶ εἶπεν Δαυιδ Πᾶς τύπτων Ιεβουσαῖον ἐν πρώτοις καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπ αὐτὴν ἐν πρώτοις Ιωαβ υἱὸς Σαρουια καὶ ἐγένετο εἰς ἄρχοντα.
7καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυιδ·
8καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν.
9καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ αὐτοῦ.
Commentaires sur 1 Chroniques 11
Septante (AT) — Texte grec-français édité par ThéoTeX Éditions - theotex.org
Commentaires