Jean 17
BHG
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

ModeTexte seul

Bible hébraïque et grecque

Jean 17:17-22

17ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.

18καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον.

19καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.

20οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ·

21ἵνα πάντες ἓν ὦσιν καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν· ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.

22κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν

Lire Jean 17 en entier

Commentaires sur Jean 17

Bible hébraïque et grecque — STEPBible.org / Tyndale House Cambridge — CC BY 4.0