Bible hébraïque et grecque
Actes 26:25-27
25ὁ δὲ Παῦλος· οὐ μαίνομαί φησιν κράτιστε Φῆστε, ἀλλ᾽ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
26ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τι τούτων οὐ πείθομαι οὐθέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
27πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις.¶
Commentaires sur Actes 26
Bible hébraïque et grecque — STEPBible.org / Tyndale House Cambridge — CC BY 4.0
Commentaires