Bible hébraïque et grecque
1 Thessaloniciens 5:19-25
19τὸ πνεῦμα μὴ σβέννυτε·
20προφητείας μὴ ἐξουθενεῖτε·
21πάντα δὲ δοκιμάζετε· τὸ καλὸν κατέχετε·
22ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.¶
25Ἀδελφοί, προσεύχεσθε καὶ περὶ ἡμῶν.¶
Commentaires sur 1 Thessaloniciens 5
Bible hébraïque et grecque — STEPBible.org / Tyndale House Cambridge — CC BY 4.0
Commentaires