1 Corinthiens 16
BHG
Commentaires

Afficher dans le texte

Jusqu’à 5 commentaires à la fois. Chaque extrait s’ouvre en entier.

ModeTexte seul

Bible hébraïque et grecque

1 Corinthiens 16:16-24

16ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.¶

17Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·

18ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.¶

19Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας.¶ Ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ.¶

20ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες.¶ Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.¶

21Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου·

22εἴ τις οὐ φιλεῖ τὸν κύριον ἤτω ἀνάθεμα. μαράνα θά.¶

23Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μεθ᾽ ὑμῶν.

24ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.

Lire 1 Corinthiens 16 en entier

Commentaires sur 1 Corinthiens 16

Bible hébraïque et grecque — STEPBible.org / Tyndale House Cambridge — CC BY 4.0