Scrivener’s Textus Receptus 1894 (NT)

2 Corinthiens 13:10-14

10διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέ μοι ὁ Κύριος, εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν.

11Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν.

12ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.

13Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.

14Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. ἀμήν.

Lire 2 Corinthiens 13 en entier

Commentaires sur 2 Corinthiens 13