SBL NT. Grec (NT)
Marc 9:38-41
38⸂Ἔφη αὐτῷ ὁ Ἰωάννης⸃· Διδάσκαλε, εἴδομέν τινα ⸀ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ⸂καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν⸃.
39ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με·
40ὃς γὰρ οὐκ ἔστιν καθ’ ⸂ἡμῶν, ὑπὲρ ἡμῶν⸃ ἐστιν.
41Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ⸀ὀνόματι ὅτι χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ ⸀ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
Commentaires sur Marc 9
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires