SBL NT. Grec (NT)
Marc 15:38-41
38καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω.
39ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι ⸀οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς ⸂οὗτος ὁ ἄνθρωπος⸃ υἱὸς ⸂θεοῦ ἦν⸃.
40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν ⸀αἷς καὶ ⸀Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸀ἡ Ἰακώβου τοῦ μικροῦ καὶ ⸀Ἰωσῆτος μήτηρ καὶ Σαλώμη,
41⸀αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
Commentaires sur Marc 15
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires