SBL NT. Grec (NT)
Colossiens 4:10-15
10Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν),
11καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
12ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος ⸀Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα ⸀σταθῆτε τέλειοι καὶ ⸀πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.
13μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ⸂πολὺν πόνον⸃ ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
14ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.
15ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ ⸂Νύμφαν καὶ τὴν κατ’ οἶκον αὐτῆς⸃ ἐκκλησίαν.
Commentaires sur Colossiens 4
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires