SBL NT. Grec (NT)
2 Corinthiens 11:1-6
1Ὄφελον ἀνείχεσθέ μου μικρόν ⸀τι ⸀ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου.
2ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·
3φοβοῦμαι δὲ μή πως, ὡς ὁ ὄφις ⸂ἐξηπάτησεν Εὕαν⸃ ἐν τῇ πανουργίᾳ αὐτοῦ, ⸀φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος ⸂καὶ τῆς ἁγνότητος⸃ τῆς εἰς τὸν Χριστόν.
4εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ⸀ἀνέχεσθε.
5λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων·
6εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει, ἀλλ’ ἐν παντὶ ⸀φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς.
Commentaires sur 2 Corinthiens 11
SBL NT. Grec (NT) — © 2010 Society of Bible Litterature
Commentaires